Студопедия

КАТЕГОРИИ:


Архитектура-(3434)Астрономия-(809)Биология-(7483)Биотехнологии-(1457)Военное дело-(14632)Высокие технологии-(1363)География-(913)Геология-(1438)Государство-(451)Демография-(1065)Дом-(47672)Журналистика и СМИ-(912)Изобретательство-(14524)Иностранные языки-(4268)Информатика-(17799)Искусство-(1338)История-(13644)Компьютеры-(11121)Косметика-(55)Кулинария-(373)Культура-(8427)Лингвистика-(374)Литература-(1642)Маркетинг-(23702)Математика-(16968)Машиностроение-(1700)Медицина-(12668)Менеджмент-(24684)Механика-(15423)Науковедение-(506)Образование-(11852)Охрана труда-(3308)Педагогика-(5571)Полиграфия-(1312)Политика-(7869)Право-(5454)Приборостроение-(1369)Программирование-(2801)Производство-(97182)Промышленность-(8706)Психология-(18388)Религия-(3217)Связь-(10668)Сельское хозяйство-(299)Социология-(6455)Спорт-(42831)Строительство-(4793)Торговля-(5050)Транспорт-(2929)Туризм-(1568)Физика-(3942)Философия-(17015)Финансы-(26596)Химия-(22929)Экология-(12095)Экономика-(9961)Электроника-(8441)Электротехника-(4623)Энергетика-(12629)Юриспруденция-(1492)Ядерная техника-(1748)

Тексты для чтения и анализа. 1 страница




1. Περὶ τῆς τοῦ Κροίσου παρασκευῆς

Κροῖσος, ὁ τῶν Λυδῶν τύραννος, τοῖς περὶ αὐτόν· «Κῦρος, — ἔφη, — ὁ τῶν Περσῶν δεσπότης, τῇ ἐμῇ ἀρχῇ ἐπιβουλεύει· διὸ ἐπ' αὐτὸν στρατευσόμεθα, εἰ ὁ θεὸς ὁ ἐν Δελφοῖς συμβουλεύσει στρατεύειν». Πέμπει δ' εἰς Δελφοὺς ἀγγέλους ὡς μαντευσομένους περὶ τῆς στρατείας. Κροῖσος μὲν ἐπυνθάνετο· «Ἆρα καταλύσω τὴν τῶν Περσῶν ἀρχήν;» Τὸ δὲ μαντεῖον ἦν· «Εἰ στρατεύσεις ἐπὶ τοὺς Πέρσας, μεγάλην αρχὴν καταλύσεις». Ἐνταῦθα ὁ Κροῖσος παρεσκευάζετο στρατεύεσθαι ἐπὶ τοὺς Πέρσας· ἤλπιζε γὰρ τὴν τοῦ Κύρου ἀρχὴν καταλύσειν.

2. Περὶ τῶν Περικλέους ἔργων

Περικλέους ἄρχοντος ἡ τῶν Ἀθηναίων πόλις πασῶν τῶν πόλεων τῶν τῆς Ἑλλάδος κάλλει ὑπερεῖχεν. Περικλῆς γὰρ πολλοὺς καὶ εὐκλεεῖς τεχνίτας μεταπεμψάμενος ἐκέλευσε τὴν ἀκρόπολιν ἐπιφανέσιν ἱεροῖς τε καὶ ἔργοις κοσμῆσαι· πάντων δ' ἐπίσκοπος ἦν Φειδίας. Τὰ τῆς ἀκροπόλεως Προπύλαια λέγεται ἱδρῦσαι ἐν πέντε ἔτεσι Μνησικλῆς ὁ τέκτων. Ἐν δὲ μέσῃ τῇ ἀκροπόλει τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἦν τὸ ὄνομα Παρθενών. Λαμπρόν ἐστι τὸ τοῦ Περικλέους κλέος, ὅτι τὴν τῶν Ἀθηναίων πολιτείαν εὐκλεᾶ ἐποίησεν. Ἡ δὲ τελευτὴ ἡ τοῦ ἐπιφανοῦς ἀνδρὸς ἦν φοβερά· λοιμῷ γὰρ ἐτελεύτησεν ἐν δευτέρῳ θέρει τοῦ Πελοποννησιακοῦ πολέμου.

3. Περὶ τῶν νομισμάτων

Οἱ παλαιοὶ νομίσματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ χαλκᾶ κεκόφασιν, ὧν πολλὰ ἔτι καὶ νῦν σέσωσται. Τῶν μὲν Περσῶν Δαρεῖος πρῶτος στατῆρας χρυσοῦς ἔκοψε, τοὺς δαρεικοὺς ὠνομασμένους. Τοῖς μὲν ὑπὸ Δαρείου κεκομμένοις στατῆρσιν ἐγγεγραμμένη ἦν τοξότου εἰκών, ἐν δὲ τοῖς Κροίσου ἐκέκοπτο ἢ τοῦ βασιλέως εἰκών, ἐπὶ τῆς κεφαλῆς στέφανον, τῇ μὲν ἑτέρᾳ χειρὶ τόξον, τῇ δ' ἑτέρᾳ δόρυ ἔχοντος. Τῶν δ' Ἑλλήνων Φείδων, ὃς τῶν Ἀργείων κατὰ τὴν εἰκοστὴν καὶ ὀγδοὴν ὀλυμπίαδα ἐτυράννευσε, νομίσματα κεκοφέναι λέγεται, ὕστερον δ' οἱ Αἰγινῆται νομίσματα χρυσᾶ ἐκόψαντο. Οἱ δ' Ἀθηναῖοι στατῆρας χρυσοῦς εἴκοσι δραχμῶν ἀργυρῶν ἀξίους, ἐκεκόφεσαν· οἱ δ' ὀβολοὶ ἐκ χαλκοῦ ἐκόπτοντο· μάλιστα δ' ἐχρῶντο τετραδραχμοῖς ἀργυρίοις, ταῖς γλαυξὶν ὠνομασμέναις· ἐνεγέγραπτο γὰρ αὐτοῖς γλαυκὸς εἰκών.

4. Περὶ Ξενοϕῶντος

Ἡ Κύρου Ἀνάβασις σύγγραμμά ἐστι Ξενοϕῶντος τοῦ Ἀϑηναίου ϰαὶ παράδειγμα τῆς τῶν Ἑλλήνων ἀνδρείας. Ξενοϕῶν γὰρ ἦν ἐν τῷ τοῦ Κύρου Ἑλληνιϰῷ στρατεύματι. Ὁ μὲν Κῦρος ἐν τῇ ἐπ' Ἀρταξέρξην, τὸν ἀδελϕόν, στρατείᾳ εἶχε δύναμιν ἰσχυρὰν βαρβάρων ϰαὶ Ἑλλήνων. Ὁ δὲ Ξενοϕῶν ἐν τῇ Ἀναβάσει συγγράϕει οὐ μόνον τὴν τοῦ στρατεύματος ἀνάβασιν ϰαὶ τὴν ἐν Βαβυλῶνι μάχην ϰαὶ τὸν Κύρου ϑάνατον, τὸν ἐν τῇ μάχῃ, ἀλλὰ ϰαὶ τὴν τῶν Ἑλλήνων ϰατάβασιν μετὰ τὸν τῶν στρατηγῶν ϑάνατον.

Χαλεπὴ μὲν ἦν ἡ τῶν Ἑλλήνων ϰατάβασις, ἡ διὰ τῆς Ἀρμενίας πρὸς τὴν ϑάλατταν· μεστὴ γὰρ ἦν πόνων ϰαὶ ϰινδύνων ἡ διὰ τῆς τῶν πολεμίων χώρας ὁδὸς ϰαὶ αἱ διαβάσεις τῶν ποταμῶν ϰαὶ ὑψηλῶν ὀρῶν διὰ χιόνος ϰαὶ ϰρυστάλλου. Ἐπαίνου δ' ἀξία ἐστὶ ἡ Ξενοϕῶντος ἀρετὴ ϰαὶ σωϕροσύνη. Ξενοϕῶντι δ' οὐ μόνον οἱ ἄλλοι ἡγεμόνες ἐπίστευον, ἀλλὰ ϰαὶ οἱ στρατιῶται· ἦν γὰρ ἐν μὲν τῇ τάξει ἀνδρεῖος, ἐν δὲ τῇ βουλῇ ἀγαϑὸς σύμβουλος.

5. Περὶ Ἀλεξάνδρου

Ἀλέξανδρος, Μαϰεδόνων βασιλεύς, Ἀχιλλέα τὸν Πηλέως μάλιστα ἐϑεράπευε τῶν παλαιῶν βασιλέων ϰαὶ ἡρώων· ϰαὶ πολλάϰις ἔλεγεν· «Ὦ, εὔδαιμον Ἀχιλλεῦ, ὅτι Ὅμηρον ἔχεις ϰήρυϰα ϰαὶ ἑρμηνέα τῆς σῆς ἀνδρείας».

6. Περὶ Κύρου τοῦ νεωτέρου

Τοῖς ἐν τῇ Ἑλλάδι βασιλεῦσι μιϰροτέρα ἦν δύναμις ἢ τοῖς τῶν Περσῶν, ἡ τῶν Περσῶν βασιλέων δυνατωτέρα μὲν ἦν, τοῖς δὲ πολίταις χαλεπωτέρα. Τῶν δὲ μετὰ Κῦρον τὸν πρότερον βασιλέων Περσῶν βασιλιϰώτατος ϰαὶ ἄρχειν ἀξιώτατος ἦν Κῦρος ὁ νεώτερος. Παῖς ἔτι ὢν σωϕρονέστατος ἦν ἢ οἱ ἄλλοι παῖδες ϰαὶ τοὺς πρεσβυτέρους μᾶλλον ἐϑεράπευεν. Νεανίας δ' ὢν πολὺ ἀνδρειότερος ϰαὶ ϕιλοϰινδυνότερος ϰαὶ πολεμιϰώτερος ἦν τοῦ ἀδελϕοῦ· ϰαί ποτε, ἐπεὶ ἐν ὕλῃ βαϑείᾳ ἐϑήρευεν, ἄρϰτος τοῖς ὄνυξιν αὐτὸν ἔπαιεν, ὁ δὲ ἀϰείνην ϕονεύει. Σατράπης δὲ τῆς Λυδίας ὢν ἐγϰρατέστατος ϰαὶ ἀληϑέστατος ϰαὶ διϰαιότατος ἦν τῶν σατραπῶν ϰαὶ ὁ αὐτὸς τοῖς πλουσιωτέροις ϰαὶ τοῖς πενεστέροις. Διὸ δὲ οἱ ἐν ἐϰείνῃ τῇ σατραπείᾳ εὐδαιμονέστεροι ἦσαν ἢ οἱ ἐν ἄλλαις.

7. Ἀλώπηξ ϰαὶ δρυτόμος

Ἀλώπηξ ϰυνηγούς, αὐτὴν διώϰοντας, ἔϕευγεν. Μετὰ δὲ οὐ πολὺν χρόνον δρόμῳ ἥϰει πρὸς τὸν δρυτόμον, τοῦτον δὲ ἱϰετεύει ϰαταϰρύπτειν ἑαυτήν. Ὁ δὲ συμβουλεύει αὐτῇ ἀποϰρύπτειν αὐτὴν εἰς τὴν ἑαυτοῦ σϰηνήν. Ὕστερον δὲ παραγίγνονται οἱ ϰυνηγοὶ ϰαὶ πυνϑάνονται τοῦ δρυτόμου, εἰ ἔχει αὐτοῖς λέγειν, ὅπου ἡ ἀλώπηξ ἐστίν. Ἐϰεῖνος δὲ τῇ ϕωνῇ λέγει ἑαυτὸν λανϑάνειν, τῇ δὲ χειρὶ σημαίνει, ὅπου ϰαταϰρύπτεται ἡ ἀλώπηξ. Οἱ δὲ τοῖς αὐτοῦ λόγοις πιστεύουσιν. Μετὰ ταῦτα οἱ μὲν ϰυνηγοὶ ἀπαλλάττονται, ἡ δὲ ἀλώπηξ ἐϰ τῆς σϰηνῆς ἐξέρπει ϰαὶ ἀπέρχεται. Ἐπεὶ δὲ ὁ δρυτόμος αὐτὴν ἐμέμϕετο, ὅτι ἑαυτῷ χάριν οὐϰ ἔχει, ἡ ἀλώπηξ ἔλεγε τάδε· «Οὐδεμίαν χάριν ὀϕείλω τοιούτῳ οἵου οἱ λόγοι ἥϰιστα ὅμοιοί εἰσι τοῖς τῶν χειρῶν ἔργοις».

8. Φιλόσοϕος ϰαὶ μαϑητής

Μ. Λέγε μοι, ὦ διδάσϰαλε, τίνα νομίζεις σοϕόν.

Φ. Ὅστις τὰς τύχας ϰάλλιστα ϕέρει, οὗτός ἐστιν ἀνὴρ σοϕός· αὐτὸς γὰρ οὐ μόνον τὴν εὐτυχίαν, ἀλλὰ ϰαὶ τὴν ἑαυτοῦ τελευτὴν ἀνδρείως ϕέρει, ὥσπερ Σωϰράτης.

Μ. Τίνας ἀρετὰς λέγεις πρώτας;

Φ. Διϰαιοσύνην ϰαὶ σωϕροσύνην ϰαὶ ἀνδρείαν ϰαὶ εὐσέβειαν· εἰσὶ μὲν ϰαὶ ἄλλαι ἀρεταί, αὗται δὲ αἱ τέτταρες προέχουσι τῶν ἄλλων. Ὁ γὰρ εὐσεβὴς ϑεραπεύει ϰαὶ τοὺς γονέας ϰαὶ στέργει τὴν πατρίδα ϰαὶ πάντα, ἃ στέργειν πρέπει, ϰαὶ οὐχ ἥϰιστα τοὺς ϕίλους. Οἱ γὰρ ϕίλοι ἡμῖν ἐν τῷ βίῳ ὥσπερ στῆλαί τινες ἀναγϰαῖοί εἰσιν· ϰαλῶς δὲ λέγει Πυϑαγόρας, οὗ μάλιστα ϑαυμάζω τὴν σοϕίαν· ϕίλος ἐστὶν ἄλλος ἐγώ. Ἄνϑρωπον οὖν ταύτας τὰς ἀρετὰς ϰαὶ ταῦτα τὰ ἀγαϑὰ ἔχοντα νομίζω σοϕόν.

9. Περὶ Πανδώρας

Ἐπεὶ Προμηθεὺς κλέψας τὸ πῦρ ἐξ ἡλίου τοῖς ἀνθρώποις μετέδωκεν, Ζεὺς ὀργισθεὶς ἐκέλευσεν Ἥφαιστον ἐκ γῆς παρθένον καλὴν πλάσαι· ἡ μὲν Ἀθηνᾶ ἔδωκεν αὐτῇ τέχνας, Ἀφροδίτη δὲ χάριν, Ἑρμῆς δὲ γλῶτταν· καὶ πάντες οἱ θεοὶ καὶ πᾶσαι αἱ θεαὶ ἐκόσμησαν δῶρα δόντες τὴν γυναῖκα κάλλιστα· διὰ ταῦτα Πανδῶρα ἐκαλεῖτο. Ταύτην δὲ τὴν παρθένον Ἑρμῆς Διὸς κελεύσαντος πρὸς Ἐπιμηθέα, Προμηθέως ἀδελφόν, προσήγαγεν· ὁ δ' οὐ πειθόμενος τῇ Προμηθέως βουλῇ, τὴν Πανδώραν ὡς γυναῖκα ἐδέξατο· ἡ δὲ παρθένος ἐν πίθῳ πάντα τὰ κακὰ ἐφόρει καὶ ἐξ αὐτὸς Διὸς κελεύσαντος ὑφ' Ἡφαίστου ἐν Καυκάσῳ τῷ ὄρει προσηλώθη· ἀετὸς δὲ καθ' ἡμέραν τὸ ἧπαρ αὐτοῦ κατήσθιεν. Τέλος δὲ Ἡρακλῆς τὸν ἀετὸν κατατοξεύσας Προμηθέα ἔλυσεν.




Поделиться с друзьями:


Дата добавления: 2014-12-10; Просмотров: 1600; Нарушение авторских прав?; Мы поможем в написании вашей работы!


Нам важно ваше мнение! Был ли полезен опубликованный материал? Да | Нет



studopedia.su - Студопедия (2013 - 2024) год. Все материалы представленные на сайте исключительно с целью ознакомления читателями и не преследуют коммерческих целей или нарушение авторских прав! Последнее добавление




Генерация страницы за: 0.018 сек.